Aristoteles Metaphysik XII 7

Ἡ δὲ νόησις ἡ ϰαϑʼ ἁυτὴν, τοῦ ϰαϑʼ ἁυτὸ ἀϱίστου · ϰαὶ ἡ μάλιστα, τοῦ μάλιστα.
̔Αυτὸν δὲ νοεῖ ὁ νοῦς ϰατὰ μετάληψιν τοῦ νοητοῦ. νοητὸς γὰϱ γίνεται ϑιγγάνων ϰαὶ νοῶν. ὥστε τἀυτὸν νοῦς ϰαὶ νοητόν · τὸ γὰϱ δεϰτιϰὸν τοῦ νοητοῦ ϰαὶ τῆς οὐσίας, νοῦς. ἐνεϱγεῖ δὲ ἔχων. ὥστε ἐϰεῖνο μᾶλλον τούτου, ὃ δοϰεῖ ὁ νοῦς ϑεῖον ἔχειν · ϰαὶ ἡ ϑεωϱία τὸ ἥδιστον ϰαὶ ἄϱιστον. Εἰ οὖν οὕτως εὖ ἔχει, ὡς ἡμεῖς ποτέ, ὁ ϑεὸς ἀεὶ, ϑαυμαστὸν · εἰ δὲ μᾶλλον, ἔτι ϑαυμασιώτεϱον · ἔχει δὲ ῶ̔δε.
Καὶ ζωὴ δέ γε ὑπάϱχει. ἡ γὰϱ νοῦ ἐνέϱγεια, ζωή · ἐϰεῖνος δὲ ἡ ἐνέϱγεια · ἐνέϱγεια δὲ ἡ ϰαϑʼ ἁυτὴν ἐϰείνου ζωὴ ἀϱίστη ϰαὶ ἀΐδιος. ϕαμὲν δὲ τὸν ϑεὸν εἶναι ζῶον ἀΐδιον, ἄϱιστον · ὥστε ζωὴ ϰαὶ αἰὼν συνεχὴς ϰαὶ ἀΐδιος ὑπάϱχει τῷ ϑεῷ. Τοῦτο γὰϱ ὁ ϑεὸς
.353)